# Βίοι Σοφιστῶν 1.4-4

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 1, ιζ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/1.4-4

ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτʼ ἂν διαβάλοιμι οὔτʼ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὕτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν, εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων, ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
