# Βίοι Σοφιστῶν 1.7

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 1, κα. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/1.7

ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον ὁ Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον ἢ τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν ὁ Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδʼ ἥτις ἡ τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός· ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπʼ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. ὁ πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια. ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
