Ancient Greek
Book 2, κ
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.1-20
Not analysed yet
ὁ δὲ Ἀπολλώνιος ὁ Ἀθηναῖος ὀνόματος μὲν ἠξιώθη καθʼ Ἕλληνας, ὡς ἱκανὸς τὰ δικανικὰ καὶ τὰ ἀμφὶ μελέτην οὐ μεμπτός, ἐπαίδευσε δὲ Ἀθήνησι καθʼ Ἡρακλείδην τε καὶ τὸν ὁμώνυμον τοῦ πολιτικοῦ θρόνου προεστὼς ἐπὶ ταλάντῳ. διαπρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρεσβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λειτουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν τῶν ἄνω.