# Βίοι Σοφιστῶν 2.1-31

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, λα. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.1-31

Αἰλιανὸς δὲ Ῥωμαῖος μὲν ἦν, ἠττίκιζε δέ, ὥσπερ οἱ ἐν τῇ μεσογείᾳ Ἀθηναῖοι. ἐπαίνου μοι δοκεῖ ἄξιος ὁ ἀνὴρ οὗτος, πρῶτον μέν, ἐπειδὴ καθαρὰν φωνὴν ἐξεπόνησε πόλιν οἰκῶν ἑτέρᾳ φωνῇ χρωμένην, ἔπειθʼ, ὅτι προσρηθεὶς σοφιστὴς ὑπὸ τῶν χαριζομένων τὰ τοιαῦτα οὐκ ἐπίστευσεν, οὐδὲ ἐκολάκευσε τὴν ἑαυτοῦ γνώμην, οὐδὲ ἐπήρθη ὑπὸ τοῦ ὀνόματος οὕτω μεγάλου ὄντος, ἀλλʼ ἑαυτὸν εὖ διασκεψάμενος ὡς μελέτῃ οὐκ ἐπιτήδειον τῷ ξυγγράφειν ἐπέθετο καὶ ἐθαυμάσθη ἐκ τούτου. ἡ μὲν ἐπίπαν ἰδέα τοῦ ἀνδρὸς ἀφέλεια προσβάλλουσά τι τῆς Νικοστράτου ὥρας, ἡ δὲ ἐνίοτε, πρὸς Δίωνα ὁρᾷ καὶ τὸν ἐκείνου τόνον.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
