# Βίοι Σοφιστῶν 2.15

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.15

ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπάσαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε· Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος. τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρημένα, τὰ δὲ ἠγνοημένα ἑτέροις.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
