# Βίοι Σοφιστῶν 2.2-10

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, κ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.2-10

πρεσβεύων δὲ παρὰ Σεβῆρον ἐν Ῥώμῃ τὸν αὐτοκράτορα ἀπεδύσατο πρὸς Ἡρακλείδην τὸν σοφιστὴν τὸν ὑπὲρ μελέτης ἀγῶνα, καὶ ἀπῆλθεν ὁ μὲν τὴν ἀτέλειαν ἀφαιρεθείς, ὁ δὲ Ἀπολλώνιος δῶρα ἔχων. διαδόντος δὲ τοῦ Ἡρακλείδου λόγον οὐκ ἀληθῆ ὑπὲρ τοῦ Ἀπολλωνίου, ὡς αὐτίκα δὴ βαδιουμένου ἐς Λιβύην, ἡνίκα ἦν ὁ αὐτοκράτωρ ἐκεῖ καὶ τὰς ἐξ ἁπάσης γῆς ἀρετὰς συνῆγεν, καὶ πρὸς αὐτὸν εἰπόντος ὥρα σοι ἀναγιγνώσκειν τὸν πρὸς Λεπτίνην σοὶ μὲν οὖν, ἦ δʼ ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ὑπὲρ τῆς ἀτελείας γέγραπται.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
