# Βίοι Σοφιστῶν 2.2-14

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, κε. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.2-14

πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος ὁ Πολέμωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ὁ ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπʼ αὐτῷ τὴν Καλλιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρακίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπʼ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, ὁ μὲν ξυμβαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν, ἡ δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
