Ancient Greek
Book 2, κε
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.3-9
Not analysed yet
ὥσπερ δὲ ταύτην ὁ Ἑρμοκράτης διαφεύγει τὴν αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι· τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδαπάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφʼ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλʼ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον, οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονίκου κολακεύσαντες.