Ancient Greek
Book 2, η
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.4-3
Not analysed yet
μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδʼ αὐτὸς ἠγνόει· ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι, ὅτι ἔφη οὐδʼ ἐμαυτῷ χαίρῳ. ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.