Ancient Greek
Book 2, κς
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.4-7
Not analysed yet
ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος ἀλλʼ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπʼ αὐτῇ κλέος, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸ εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ —φίσκῳ ἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.