# Βίοι Σοφιστῶν 2.5-4

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, κς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.5-4

δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστήμην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ὃ ἐπιγέγραπται Πόνου ἐγκώμιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, ὀ δὲ ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας ὁ Πτολεμαῖος τὸ βιβλίον καὶ ἀπαλείψας τὸ πῖ ὥρα σοι ἔφη ἀναγιγνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος ὁ Ναυκρατίτης κατʼ αὐτοῦ διελέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
