Ancient Greek · ~4 min
Book 2, ι
Philostratus the Athenian, Βίοι Σοφιστῶν 2.6-2
Not analysed yet
νοσοῦντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην, ὅτε δὴ καὶ ἐτελεύτα, ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς ὁ Κόμμοδος ξὺν ἀπολογίᾳ τοῦ μὴ καὶ θᾶττον, ὁ δὲ ἐπιθειάσας μὲν ταῖς Μούσαις, ὥσπερ εἰώθει, προσκυνήσας δὲ τὰς βασιλείους δέλτους τὴν ψυχὴν πρὸς αὐταῖς ἀφῆκεν ἐνταφίῳ τῇ τιμῇ χρησάμενος· ἐτελεύτα δὲ ἀμφὶ τὰ ὀγδοήκοντα ἔτη, οὕτω τι εὐδόκιμος, ὡς καὶ πολλοῖς γόης δόξαι· ὅτι μὲν οὖν ἀνὴρ πεπαιδευμένος οὐκ ἄν ποτε ἐς γοήτων ὑπαχθείη τέχνας, ἱκανῶς ἐν τοῖς ὑπὲρ Διονυσίου λόγοις εἴρηκα, ὁ δέ, οἶμαι, τερατευόμενος ἐν ταῖς ὑποθέσεσι περὶ τὰ τῶν μάγων ἤθη τὴν ἐπωνυμίαν ταύτην παρʼ αὐτῶν ἔσπασεν. διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα τῶν γνωρίμων ἰχθῦς διακειμένους ἐπὶ δίσκου ἀργυροῦ πεποικιλμένου χρυσῷ, τὸν δὲ ὑπερησθέντα τῷ δίσκῳ μήτε ἀποδοῦναι καὶ ἀποκρίνασθαι τῷ πέμψαντι εὖγε, ὅτι καὶ τοὺς ἰχθῦς. τουτὶ δὲ διατριβῆς μὲν ἕνεκα παῖξαι λέγεται πρός τινα τῶν ἑαυτοῦ γνωρίμων, ὃν ἤκουε μικροπρεπῶς τῷ πλούτῳ χρώμενον, τὸν δὲ ἄργυρον ἀποδοῦναι σωφρονίσας τὸν ἀκροατὴν τῷ ἀστεισμῶ.