# Βίοι Σοφιστῶν 2.6-4

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, κς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.6-4

Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσασθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ ἡ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις, ὑφʼ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη· ἡ δὲ Ῥητορικὴ γήδιον δεκατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον ἐκ τῶν ἀκροάσεων.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
