# Βίοι Σοφιστῶν 2.6-5

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 2, κζ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/2.6-5

ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καὶ που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σοφιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος ὁ Ἱππόδρομος τὸν λόγον ἐγὼ δὲ ἔφη πατέρα Ὅμηρον. ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρχιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν, τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγχωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾅδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
