# Γυμναστικός 26

Philostratus the Athenian, Γυμναστικός, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text/26

τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα τὸν γυμναζόμενον ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, τοῖς δὲ ἐς τόδε τῶν κυνῶν χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας, καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλʼ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι ἢ σειρᾶ τοῦ ἅρματος, ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων, ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.

---

Philostratus the Athenian, Γυμναστικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg007.local001/.
