# Γυμναστικός 42

Philostratus the Athenian, Γυμναστικός, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text/42

περὶ μὲν δὴ σώματος ἀναλογίας καὶ εἴτε ὁ τοιόσδε βελτίων, εἴτε ὁ τοιόσδε, εἰσί που καὶ ἀντιλογίαι παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα, περὶ δὲ κράσεων, ὁπόσαι εἰσίν, οὔτε ἀντείρηταί πω, οὔτε ἀντιλεχθείη ἂν τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι, ξύγκειται γὰρ ὥσπερ τὰ πολυτελῆ τῶν ἀγαλμάτων ἐξ ἀκηράτου τε καὶ καθαρᾶς ὕλης. ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς χολῆς ἐπαναπλεῖ νᾶμα, εὐκάματοι δὲ ἃ χρὴ μοχθεῖν, καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ τῶν νόσων ἀναφέροντες, εὐάγωγοί τε καὶ εὐήνιοι γυμνάσαι ποικίλως διʼ εὐμοιρίαν κράσεως οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν θερμοὶ μέν, ξηροὶ δὲ τὴν κρᾶσιν καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. ἔῤῥωνται δὲ ὅμως τῷ ἑτοίμῳ τῆς γνώμης, περίεστι γὰρ αὐτοῖς τούτου. τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος. γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι, οἱ δὲ ἐπίχολοι βάδην καὶ διαπνέοντες, τοῖς μὲν γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. χρὴ δὲ τοὺς μὲν ξυνάγειν τῇ κόνει, τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.

---

Philostratus the Athenian, Γυμναστικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg007.local001/.
