Ancient Greek
λδ Χαλκιδικὴ ϲαῦρα καὶ ϲαλαμάνδρα.
Philumenus, De venenatis animalibus eorumque remediis λδ Χαλκιδικὴ ϲαῦρα καὶ ϲαλαμάνδρα.
Not analysed yet
τοῖϲ δὲ ὑπὸ τῆϲ Χαλκιδικῆϲ ϲαύραϲ πληγεῖϲιν, ὡϲ ἐν τοῖϲ Ϲωρανοῦ ηὗρον, φηϲί, ἅμα τῷ δηχθῆναι ϲυμβαίνει οἴδημα διαφανὲϲ ὥϲπερ ἐκ λαμπτῆροϲ, μελανία τε περὶ τὸ μέροϲ καὶ ϲῆψιϲ· διὸ καὶ τούτουϲ θεραπευτέον τοῖϲ ἐπὶ μυγαλῆϲ εἰρημένοιϲ. τοῖϲ δὲ ὑπὸ τῆϲ ϲαλαμάνδραϲ πεπληγμένοιϲ ϲυμβαίνει περι|- ωδυνία ϲφοδρὰ καὶ ἐϲχάρωϲιϲ. καὶ ἐπὶ τούτων δὲ ἡ ἐπιμέλεια τοῖϲ ἐπακολουθοῦϲιν ϲυμπτώμαϲιν ἀνάλογοϲ.