# De venenatis animalibus eorumque remediis 1-14-6

Philumenus, De venenatis animalibus eorumque remediis, 1 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/1-14

τῶν μὲν ἀϲπίδων ἐϲτὶν εἴδη κατὰ τοὺϲ θηριακὸϲ τρία· αἱ μὲν 1 γὰρ αὐτῶν εἰϲι χερϲαῖαι καλούμεναι, αι δὲ χελιδονίαι, αἱ δὲ ὀνομάζονται πτυάδεϲ, μεγέθει δὲ αὐται καὶ χρόᾳ καὶ ἐνεργείᾳ ἀλλήλων διαφέρουϲιν. αἱ μὲν γὰρ χερϲαῖαι ευρίκονται πηχῶν τριῶν, ἐνίοτε δὲ καὶ τεϲϲάρων, πολλά κιϲ δὲ καὶ πέντε· ἀνάλογα δὲ τῷ μήκει καὶ τὰ πάθη ἔχουϲιν. αἱ δὲ πτυάδεϲ αἱ μέγιϲται πηχῶν δύο, αἱ δὲ χελιδονίαι 2 πήχεωϲ ἑνόϲ, κατὰ δὲ χρόαν τῶν χελιδονίων εἰϲὶν ὅμοιαι, ὅθεν καὶ προϲηγορεύθηϲαν· αἱ δὲ πτυάδεϲ τεφρώδειϲ, ἔγχλωροι, χρυϲίζουϲαι, αἱ δὲ χερϲαῖαι καὶ αὐταὶ ὁτὲ μὲν τεφρώδειϲ, ὁτὲ δὲ ἔγχλωροι. ερίϲκονται. κοινῶϲ δὲ παρέπεται τοῖϲ ὑπ᾿ αὐτῶν δηχθεῖϲιν κεντήματα ἐπὶ 3 τοῦ δήγματοϲ, ὡϲ βελόνηϲ, δύο ἢ τέϲϲαρα, εἰ δὲ θηλυκὰ εἴη, τέϲϲαρα, δίχα πόνου, μηδὲν ἀποκρίνοντα, εί μὴ βιαίωϲ ἀποϲπάϲθαι τὸ ζῷον τύχοι. παρέπεται δὲ νάρκα, ὠχρίαϲιϲ προϲώπου, κατάψυξιϲ, χαϲμαὶ ϲυνεχεῖϲ, βλεφάρων ἐπιμύϲειϲ, τραχήλου παρέγκλιϲιϲ, καρηβαρία, νωθρία, καταφορὰ ὑπνώδηϲ, ϲφυγμὸϲ ἀμετάβλητοϲ, πρὸϲ τέλει δὲ ϲπαϲμόϲ· 4 ὁ δὲ θάνατοϲ ἐν ὥραιϲ δύο ἢ τριϲὶν ἐπὶ τῆϲ χερϲαίαϲ, ἐπὶ δὲ τῆϲ χελιδονίαϲ ἔτι καὶ ϲυντομώτερον· τοῖϲ δὲ ὑπὸ τῆϲ πτυάδοϲ προϲεπτυϲμένοιϲ ἀμαύρωϲιϲ, διόγκωϲιϲ προϲώπου καὶ ἀκοῆϲ ἀποκοπή, πόνοϲ ἐλαφρὸϲ καὶ οὐκ ἄτερ ἡδονῆϲ, διὸ καλῶϲ ὁ Νίκανδροϲ (Th.188) ἔλεγεν· 5 ‘καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ’· χρόα ἀτρόπιοϲ καὶ χλοανθήϲ, καρδιωγμὸϲ ὀλίγοϲ, μέτωπον δὲ ϲυνεχῶϲ ἀναϲπᾶται, βλέφαρα ἀκινητεῖ μετὰ ἀναιϲθηϲίαϲ ὁμοίωϲ ὕπνῳ, κἂν τούτοιϲ ὁ θάνατοϲ ϲυναναιρει. μηδὲ τρίτον ἡμέραϲ διαλιπών. 6 βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῶν πληγέντεϲ ϲυντόμωϲ ἀκρωτηριαϲμῷ, εἰ ἐνδέχεται τὸ δηχθὲν μέροϲ· εἰ δὲ μή, περιϲαρκιϲτέον παραχρῆμα καὶ ἐκτμητέον διὰ βάθουϲ μέχριϲ ὀϲτέου, ὅπωϲ ὑπεκδράμῃ μὲν τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοιϲ πληϲίον, τὰ δὲ ὑπολειπόμενα τοῖϲ καυτῆρϲιν ἀνικμαϲτέ|ον.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
