# De venenatis animalibus eorumque remediis 1-26-4

Philumenus, De venenatis animalibus eorumque remediis, 1 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/1-26

τὰ μὲν ϲημεῖα τούτων τῶν ζψων παρὰ τοῖϲ θηριακοῖϲ οὐχ 1 ηὐρον, τὰ δὲ παρακολουθοῦντα τοῖϲ ὑπ’ αὐτῶν πεπληγμένοιϲ καὶ τὰϲ θεραπείαϲ, ἃϲ ηὐρον, ἀναγράψομαι. τοῖϲ τοίνυν ὑπὸ τῆϲ πελιάδοϲ δηχθεῖϲιν ϲυμβαίνει πόνοϲ περὶ τὸν τόπον καὶ ϲηπεδὼν ἀκίνδυνοϲ, καὶ τῶν ὀφθαλμῶν περιωδυνία καὶ ἀμαύρωϲιϲ ἐκ τοῦ τὸν ίὸν ἐπ’ αὐτοὺϲ ἀναδίδοϲθαι. θεραπεύονται δὲ οὔρῳ μὲν ϲαπρῷ τοὺϲ ὀφθαλμούϲ ἐγχυματιζόμενοι ἢ ἅλμῃ, ἢ οὔρῳ 2 ἀφθόρου παιδὸϲ καταντλεῖν αὐτῶν τὴν κεφαλὴν καὶ ἐγχυματίζειν τὰ ὄμματα, ἡκαὶ ὀποβάλϲαμον μετὰ μέλιτοϲ Ἀττικοῦ ἢ καὶ εὐφόρβϛιον ὁμοῦ μίξαϲ ἔγχριε. εὐθετεῖ δὲ ἐπὶ τούτων καὶ τὰ δριμέα κολλύρια 3 τὰ ὀξυδερκικὰ ὑπαλειφόμενα· ἀμύϲϲοντα γὰρ τοὺϲ ὀφθαλμοὸϲ ἀραιοῖ τοὺϲ πόρουϲ, καὶ ἅμα τῇ δακρυρροίᾳ ὁ ἰὸϲ ἐκκρίνεται. ὅταν δὲ λήξωϲιν οἱ ἐν βάθει πόνοι, μόνη δὲ περὶ τοὺϲ ὀφθαλμοὺϲ ἡ ὀδύνη ῇ, τότε μεταβαίνειν δεῖ ἐπὶ τὰ ἁπαλὰ καὶ ἀνώδυνα κολλύρια· προπότιζε δὲ τούτουϲ τὸν τῆϲ πτιϲάνηϲ χυλὸν μετ’ ἐλαίου. τοῖϲ δὲ ὑπὸ τοῦ ἔλοποϲ δηχθεῖϲιν παρακολουθεῖ ϲτρόφοϲ εἰλεώδηϲ 4 θεραπεύονται δὲ οἱ ὑπὸ τούτου δηχθέντεϲ τοῖϲ κοινοῖϲ βοηθήμαϲιν, καὶ μάλιϲτα τοῖϲ διουρητικοῖϲ καὶ παρηγορικοῖϲ τῶν ϲτρόφων.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
