# De venenatis animalibus eorumque remediis 1-30-4

Philumenus, De venenatis animalibus eorumque remediis, 1 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/1-30

1 ἡ μυγαλῆ ἀπεικάζεται μὲν κατὰ τὴν χρόαν τῇ κατοικιδίῳ γαλῇ. κατὰ δὲ τὸ μέγεθοϲ μυί, ὅθεν καὶ ϲύνθετον τὸ ὄνομα ἔχει. ἔϲτι δὲ τῇ χρόᾳ τεφρώδηϲ, ϲτόμα ἔχει ἐπίμηκεϲ, λεπτῇ καὶ κολοβῇ οὐρᾷ κέχρηται· ὀδόνταϲ δὲ λεπτοὺϲ ἔχει, καὶ τούτουϲ ἐν διϲτοιχίᾳ καθ’ ἑκατέραν γένυν, ὡϲ εἶναι τετραϲτιχίαν ὀδόντων. 2 τοῖϲ οὖν ὑπ’ αὐτῆϲ δηχθεῖϲιν αἱ τρώϲειϲ ἐμφανεῖϲ γίγνονται τεϲϲάρων γὰρ ϲτίχων τρώϲειϲ ὁραθήϲονται αἰμά τε ἐκκρίνεται πρῶτον καθαρόν, μετ’ ὀλίγον δὲ ἰχωρῶδεϲ· τὸ γὰρ ζῷον ϲήψει κτείνει. εἰώθαϲι δὲ καὶ φλύκταιναι ἐπανίϲταϲθαι, ἃϲ εἶ τιϲ ἀποϲύροι, ὄψεται τὴν ὑποκειμένην 3 ϲάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖϲ πεπληγμένοιϲ καὶ ἐμπνευμάτωϲιϲ. Ϲτράτων δέ — προιϲτορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζᾡου καὶ τῶν ὑπὸ τούτου πληγέντων — ἔφη δέ, ὡϲ μᾶλλον τὸ ζῷον περὶ τοὺϲ διδύμουϲ ἐφάλλεται οὐ μόνον ἀνθρώποιϲ, ἀλλὰ καὶ παντὶ ζῴῳ. 4 βοηθοῦνται δὲ καὶ οὗτοι, ἐπειδὴ καὶ ϲήψει κινδυνεύουϲιν, μετὰ τὰ κοινὰ βοηθήματα οὕτωϲ· δάφνηϲ τὰ ἁπαλὰ φύλλα ϲὺν οἴνῳ ἐκλεανθέντα δίδου πιεῖν, καὶ λίαν ὠφελεῖ· ἢ ἀβρότονον καθεψηθὲν δι’ οἴνου πότιζε, καὶ ἕρπυλλον καὶ εὔζωμον ὁμοίωϲ, καὶ χαλβάνην διεὶϲ οἴνῳ πότιζε, καὶ κυπαρίϲϲου τὰ ἁπαλὰ ϲφαιρία μετ ὄξουϲ, καὶ κυκλάμινον μετ᾿ ὀξυμέλιτοϲ, καὶ πύρεθρον ϲὺν οἴνῳ.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
