# De venenatis animalibus eorumque remediis 1-6-3

Philumenus, De venenatis animalibus eorumque remediis, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/1-6

1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει, ποιῶν τροχίϲκουϲ. 2 ἐπὶ δὲ τῆϲ χρείαϲ ἀποβρέξαϲ εἰϲ ἔλαιον θυμία κατὰ μέϲον τῆϲ οἰκίαϲ, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖϲ, κατὰ μέϲον τῆϲ κοίτηϲ. ἄλλο· χαλβάνηϲ, ϲτέατοϲ ίχνεύμονοϲ ἀνὰ ?? α τήξαϲ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ θυμίαϲον ὁμοίωϲ. 3 ἄλλο Αἰγύπτιον· γῆραϲ ἀϲπίδοϲ βρέξαϲ εἰϲ ἔλαιον θυμία ἐγγὺϲ τῶν φωλεῶν καὶ εὐθέωϲ ἀναβήϲονται. ἄλλο καταφέρον καὶ ϲκορπίουϲ καὶ πάν ἑρπετὸν ἀπελαῦνον ἐξ οἰκίαϲ· χαλβάνην, ϲανδαράκην, βούτυρον, βρυωνίαν, ϲτέαρ αἴγειον ἐξ ἴϲου θυμία.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
