# De venenatis animalibus eorumque remediis 3-6-9

Philumenus, De venenatis animalibus eorumque remediis, 3 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/3-6

τὸ δὲ μυρμήκιον τρίτον ᾶν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεϲ 3 κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ ϲώματι αὐτοῦ ὡϲ ἄϲτρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα, ὡϲ καὶ Nίκανδροϲ (Τh. 748) μἀρτυρεῖ οὕτωϲ· πυρόειν, ἄζῃ γε μὲν εἴϲατο μορφήν, πάντοθεν ἀϲτερόεντι περιϲτιγὲϲ εὐρέι νώτῳ. τὸ ϲκληροκέφαλον δὲ τέταρτον ἄν κεφαλὴν ἔχει πετρώδη καὶ 4 ἀπόϲκληρον, καὶ καθ’ ὅλον τὸ ϲῶμα περιγέγραπται ἐμφερῶϲ τοῖϲ ἐψοιϲ ἐκείνοιϲ τοῖϲ περιιπταμένοιϲ περὶ τοὺϲ λύχνουϲ. τὸ δὲ ϲκωλήκιον πέμπτον ἐπίμηκεϲ καὶ ὑπόϲπιλον, καὶ μάλιϲτα κατὰ τὴν κεφαλήν. τὸ δὲ ἕκτον κρανοκολάπτηϲ· τοῦτο ὑπόμηκέϲ ἐϲτι καὶ ἔγχλω 5 ρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προϲπῖπτον τοὺϲ κατὰ τὴν κεφαλὴν πλῃϲϲει τόπουϲ. τὰ μὲν οὑν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖϲ 6 πεπληγόϲιν ὑπ’ αὐτῶνκοινά· τὸδὲδῆγμα λεπτὸνκαὶ δυϲθεώρητον, οἴδημα, πελίωμα, τιϲὶν δὲ καὶ ἐρύθημα, ψχοϲ περὶ γόνατα καὶ ὀϲφὺν καὶ ὠμοπλάταϲ· ἔϲτι δὲ ὅτε ϲκαὶ καθ’ ὅλον τὸ ϲῶμα βάροϲ ἐϲτίν, ἔτι τε πόνοϲ ϲύντονοϲ, τρόμοϲ, ὠχρίαϲιϲ, ἀγρυπνία, τιϲὶν δὲ καὶ ἔνταϲιϲ καυλοῦ καὶ κνηϲμὸϲ περὶ τὴν πληγήν, ἐνίοτε δὲ καὶ περὶ τὰϲ κνήμαϲ, ὀμματα 7 ἕνυγρα καὶ δακρύοντα καὶ κοῖλα διὰ τὸ τὴν κοιλίαν ἀνωμάλωϲ ἐπῆρθαι. οἰδεῖ ὅλον τὸ ϲῶμα πρόϲωπόν τε καὶ μάλιϲτα τὰ περὶ τὴν γλῶτταν, ἀϲάφειά τε γίνεται φράϲεωϲ, τιϲὶν δὲ καὶ δυϲουρία, ἐμεῖν ὑδατώδη, ἀραχνίοιϲ ὅμοια, ἔϲτι δὲ ὅτε δι᾿ οὕρων καὶ κατὰ κοιλίαν 8 τὰ αὐτὰ ἀποκρίνεται· πολλάκιϲ καὶ τρόμοϲ δι᾿ ὅλου τοῦ ϲώματοϲ, καὶ ϲύνταϲιϲ περὶ τὰϲ ίγνύαϲ ἐοικυῖα ϲπαϲμῷ, καὶ περὶ τὸν ϲτόμαχον δηγμὸϲ ίϲχυρόϲ, καὶ ψυχρὸϲ ἱδρὼϲ καθ᾿ ὅλην τὴν ἐπιφάνειαν ἐκκρίνεται. ϲυμβαίνει δὲ καθιεμένουϲ εἰϲ θερμὸν ἀπόνουϲ γίνεϲθαι, μετά δὲ τὴν ἐξαίρεϲιν ϲυντόνωϲ ἀλγεῖν, τοῖϲ δὲ πρεϲβυτέροιϲ ἐφ᾿ ἱκανὸν τὰ μόρια χαλαϲθαι καὶ μὴ ἐντείνεϲθαι. 9 κοινὰ μὲν οὑν ταῦτα παρέπεται· τιϲὶν δὲ καὶ κεφαλὴν ἀλγεῖν καὶ ϲκοτοῦϲθαι, κρανοκολάπτου δὲ πλήξαντοϲ ῥῖγοϲ ϲύντονον, ὡϲ παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεϲθαι.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
