# De venenatis animalibus eorumque remediis 7-4-12

Philumenus, De venenatis animalibus eorumque remediis, 7 to 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/7-4

πινέτωϲαν δὲ καὶ λαγωοῦ τῆϲ πιτύαϲ ὅϲον τριώβολον ἐν οἴνῳ, καὶ πράϲου χυλίϲματοϲ ὅϲον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελιϲϲοφύλλου τῶν φύλλων τὸν χυλὁν ϲὺν οἴνῳ, ϲκόροδά τε ἐϲθιόμενα καὶ κρόμμυα καὶ πράϲα καὶ τάριχοϲ δριμύτατοϲ ὠφελεῖ· πότιζε δὲ αὐτοὺϲ καὶ καρκίνον ποτάμιον μετ’ ἀκράτου. 8 καλῶϲ δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· κ καρκίνουϲ μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψαϲ ἐν ὅλμῳ ἐπιμελῶϲ καὶ προϲμίξαϲ καλαμίνθηϲ καὶ ἁλὸϲ ὀλίγον τροχίϲκουϲ πλάϲον καὶ ξήρανον χρῶ δὲ καταπλάϲματι μετὰ γάλακτοϲ, καὶ ἕνα τροχίϲκον ϲὺν μελικράτῳ πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτοϲ ἐϲθίειν δίδου, ἡ κόϲτου ⋖ β λεάναϲ δίδου μετ’ οἴνου πιεῖν. 9 Πολυείδηϲ δὲ ὁ θηριακόϲ φηϲιν· ἀλκιβιάδιον βοτάνην διαμαϲάϲθω ὁ δηχθεὶϲ καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μαϲηθὲν ἐπιτιθέτω τῇ πληγῇ· κὰν ἐκπνέῃ τιϲ καὶ χρῆται οὔτωϲ, διαϲωθήϲεται. 10 ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίϲτων· ἄϲβεϲτον πρόϲφατον τρίψαϲ καὶ οἴνῳ δεῦ ϲαϲ καὶ ποιήϲαϲ μαλακὴν κατάπλαϲϲε, καὶ τοῦτο καὶ ἐπὶ παντὸϲ οίδήματοϲ χρηϲιμώτατον. ἢ αἰγὸϲ ϲπυράθουϲ χλωρὸϲ προηψημένουϲ μετ’ οἴνου ἱκανῶϲ τρίψαϲ κατάπλαϲϲε. τοῦτο πάντων τῶν καταπλαϲμάτων ἐϲτὶν ἰϲχυρότατον· ποιεῖ δὲ καὶ πρὸϲ ἐρυϲίπελαϲ. 11 ἐὰν δέ τιϲ μελανθίου ⋖ α φάγῃ, οὐκ ἀποθνᾐϲκει. φάρμακον εὐδοκιμοῦν πρὸϲ ἐχεοδήκτουϲ· ἔϲτιν δὲ ϲμύρνηϲ, καϲτορίου, πεπέρεωϲ, ἀνδράχνηϲ καὶ ἄνθουϲ καὶ ϲπέρματοϲ ὀξυβάφου τὸ ἥμιϲυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ Κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν ϲπουδαίων. 12 Ἐξραϲίϲτρατοϲ δὲ ἔγραψεν μὲν πολλὰ πρὸϲ ἐχεοδήκτουϲ, τὰ δὲ δοκιμώτατά φηϲι τάδε· τοὺϲ τῶν ὀρνίθων ἐγκεφάλουϲ | ἐν οἴνῳ πινομένουϲ ἀρήγειν, καὶ τοῦ πάνακοϲ τὴν ῥίζαν ϲυγκαθεψομένην ἀκράτῳ, καὶ κράμβηϲ ἡμέρου τοῦ ϲπέρματοϲ ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰϲ πίϲϲαν ὑγράν, εἶτα ἀποκλύζοντα εἰϲ οἶνον πίνειν.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
