# De venenatis animalibus eorumque remediis 9-15

Philumenus, De venenatis animalibus eorumque remediis, 9 to 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philumenus/de-venenatis-animalibus-eorumque-remediis/9

9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ. 10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην. 11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται. 12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι. 13 ἡ δόϲιϲ κυάμου Αἰγυπτίου τὸ μέγεθοϲ. ἄλλο· ἐξέραμα κυνὸϲ ἄραϲ ξήρανον καὶ λεάναϲ θὲϲ ἐν πυξίδι καὶ χρῶ ὡϲ καλλίϲτῳ πρὸϲ λυϲϲοδήκτουϲ θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρου· τοῖϲ δεδηγμένοιϲ ὑπὸ κυνὸϲ λελυϲϲηκότοϲ περίαπτε χαμελαίαϲ ῥίζαν· ὡϲ θαυμαϲτῷ χρῶ. ἄλλο πρὸϲ λυϲϲοδήκτουϲ ὥϲτε μὴ ἐμπεϲεῖν εἰϲ τὸ ὑδροφοβικὸν πάθοϲ· ἀφρὸϲ ὁ δηχθεὶϲ τὴν ἰδίαν ϲκιὰν θεωρῶν, ὡϲ ἔθοϲ ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωϲιϲ τοῦ πάϲχοντοϲ, εἰ ζήϲεται. ποίηϲον αὐτὸν ἀτενίϲαι εἰϲ κάτοπτρον, καὶ ἐὰν ἑαυτὸν ἐπιγνῷ, ζήϲεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον. ἐκ δὲ τοῦ 15 ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοϲ, δι᾿ ἧϲ δοκιμαϲίαϲ ἐν τῇ θεραπείᾳ εὑρίϲκεται ὁ ἰὸϲ ἐν τῷ οὔρῳ τοῦ δηχθέντοϲ· ἰοῦ ξυϲτοῦ, ἁλὸϲ ἀνὰ ?? δ, ϲτέατοϲ μοϲχείου ?? ιβ καθ᾿ ἓν καὶ ὁμόϲε τρίψαϲ χρῶ, ἐμπάϲϲων εἰϲ ϲπληνίον. φύλαϲϲε δὲ τοῦ κάμνοντοϲ τὸ οὐρὸν ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήϲειϲ ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου.

---

Philumenus, De venenatis animalibus eorumque remediis, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0671.tlg001.local001/.
