# Fragmenta 144.36-51

Phintys, Fragmenta, 144.36 to 144.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/phintys/fragmenta/144.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/phintys/fragmenta/144.36

τῶ μὴ χρέεσθαι τοῖς ὀργιασμοῖς καὶ ματρογασμοῖς· πέμπτον δ’ ἐκ τῶ ἱ ἐν τῇ θυσίᾳ τῇ περὶ π τὸ θεῖον εὐλαβέα ἡμεν καὶ μετρίαν. Τούτων δὲ μεγίστον αἴτιον καὶ συνεκτικώτατον τὰς σωφροσύνας τὸ περὶ τὰν εὐνὰν ἡμεν ἀδιάφορον καὶ ἀμίχτον θραχῶν ἀνδρὶ. Πρῶτον μὲν γὰρ ἐς τοῦτο παρανομοῖσα ἀδικεῖ τοὺς γενεθλίους θεούς, ἁ οἴκω καὶ συγγενεία οὐ γνασίως ἐπικοῦρος; ἁλλὰ νδύως; παρεχομένη· ἀδικεῖ δὲ τὸς φυταλμίους ἱ θεὸς τὸς εἴπεν ἡ ἐπιμόσασα μετὰ τῶν αὐτὰς πατέρων τε καὶ συγγενῶν συνελεύσεσθαι ἐπὶ κοινωνίᾳ βίω καὶ τέκνων γενέσι τῇ κατὰ νόμον. ἀδικεῖ δὲ καὶ τὰν αὐτὰς πατρίδα, μὴ ἐμμένουσα τοῖς ἐνδιασταγαμένοις. Ἐπειτα ἐπὶ τούτοις ἀμδλακίσκεει, ἐφ’ ὅς τὸ μέγιστον τῶν προστίμων ὡρίσται θάνατος διὰ τὰν ὑπερβολὰν τῶ ἀδικήματος. ἐκθεσμον γὰρ ο καὶ ἀσυγγνωμόνεστατον ἡμὲν φαμὶ Ἡ ἀδονὲς ἐνεκεν ἀμαρτάνεν καὶ ὀβρίζεν· ὕβριος δὲ πᾶσας πέρας ὀλεθρος. Κάκεινο δὲ χρή διαλογιζέσθαι, ὡς οὐδὲν καθάρσιον εὑρήσει τὰς ἀμπλακίας

---

Phintys, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002805.
