Ancient Greek · ~3 min
Page 637
Photius Lexicogr., Scr. Eccl. et Theol., Fragmenta in epistulam i ad Timotheum (in catenis) 637
Not analysed yet
δεδικαιῶσθαι—ἔλεγον γάρ· φάγος καὶ οἰνοπότης—ἀλλὰ τοῖς ἐν πνεύματι θεοῦ στηριζομένοις δεδικαίωται· καὶ ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς καὶ ἑξῆς. 1 Tim 4,3 Οὐκ ἔστι σφάλμα καλλιγραφικόν, ὡς ἐνίοις ἔδοξεν, οὐδὲ παρόραμα ἀποστολικόν, ἀλλ' ὀρθῶς καὶ εἰς τὴν Ἀτθίδα συνήθειαν διαπεφρασμένον ὥσπερ τὸ ἐκώλυσεν αὐτὸν μὴ ποιεῖν τὰ ἄτοπα, οὐ λέγει ὡς εἰς ἀτοπίαν αὐτὸν προὔτρεπεν· καὶ τὸ ἀπέτρεπεν αὐτὸν μὴ προσκρούειν φίλοις, οὐχὶ φίλοις προσκρούειν ἀλλὰ τοὐναντίον· καὶ πάλιν ἐκώλυεν μὴ κλέπτειν, οὐχ ὅτι ἐπέτρεπε τὴν κλοπήν· καὶ ἐκώλυεν ἀπέχεσθαι ἀρρητοποιΐας, ἀντὶ τοῦ ἀπῆγεν ἀπὸ τῆς τοιαύτης πράξεως· οὕτως καὶ ἐκώλυον ἀπέχεσθαι βρωμάτων, ἀντὶ τοῦ ἐκώλυον ἀπὸ τῆς βρώσεως. πολλὴ δὲ καὶ παρὰ τοῖς ἔξω ἡ χρῆσις.