Ancient Greek · ~3 min
Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι, lines Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι.78-Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι.90
Pindar, Νεμεονῖκαι Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι.78-90
Not analysed yet
οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν
καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ
καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,
ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.