Ancient Greek · ~8 min
Nemean 7 ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ, lines Nemean 7 ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ.44-Nemean 7 ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ.92
Pindar, Νεμεονῖκαι Nemean 7 ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ.44-92
Not analysed yet
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ
Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν
φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει
καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου
δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων
ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·