Ancient Greek · ~6 min
Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι, lines Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι.60-Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι.105
Pindar, Ὀλυμπιονῖκαι Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι.60-105
Not analysed yet
τίς δὴ ποταίνιον
ἔλαχε στέφανον
χείρεσσι ποσίν τε καὶ ἅρματι,
ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου
Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,
Τίρυνθα ναίων πόλιν·
ἀνʼ ἵπποισι δὲ τέτρασιν
ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου·
ἄκοντι Φράστωρ ἔλασε σκοπόν·
μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον
ἔφλεξεν εὐώπιδος
σελάνας ἐρατὸν φάος.
ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
καὶ πυρπάλαμον βέλος
ὀρσικτύπου Διός,
ἐν ἅπαντι κράτει
αἴθωνα κεραυνὸν ἀραρότα.
χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·
ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
ἐπακτὸν ἀλλότριον,
θνᾴσκοντι στυγερώτατος·
καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν
ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα
γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·
τρέφοντι δʼ εὐρὺ κλέος
κόραι Πιερίδες Διός.
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
Λοκρῶν ἀμφέπεσον μέλιτι
εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου
αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
βωμὸν παρʼ Ὀλύμπιον,
κεῖνον κατὰ χρόνον
ἰδέᾳ τε καλὸν
ὥρᾳ τε κεκραμένον, ἅ ποτε
ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.