Ancient Greek · ~8 min
Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ, lines Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.1-Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.54
Pindar, Ὀλυμπιονῖκαι Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.1-54
Not analysed yet
τρισολυμπιονίκαν
ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
ἐθέλοντι δʼ ἀλέξειν
Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·
τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
ἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,
ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατʼ εὐρὺ ἀνάσσων
Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·
δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
δύο δʼ αὐτὸν ἔρεψαν
πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ.
πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦ
ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύλου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱ
τωὐτοῦ κρανααῖς ἐνʼ Ἀθάναισι τρία ἔργα ποδαρκὴς
ἅμερα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις,
Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.
ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
ἕπεται δʼ ἐν ἑκάστῳ
μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
μῆτίν τε γαρύων παλαιγόνων
πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν
οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.