Ancient Greek · ~2 min
Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ, lines Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.103-Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.115
Pindar, Ὀλυμπιονῖκαι Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ.103-115
Not analysed yet
τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·
νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ
ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσων
μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος,
ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
πόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰ
Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·
Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.