Ancient Greek · ~7 min
Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι, lines Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι.39-Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι.81
Pindar, Ὀλυμπιονῖκαι Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι.39-81
Not analysed yet
ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς
πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,
δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν
Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.
ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς
ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων
Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.