Ancient Greek · ~2 min
Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ, lines Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ.86-Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ.96
Pindar, Πυθιονῖκαι Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ.86-96
Not analysed yet
ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον
ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι
περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
ἀρήγει· ποτὶ κέντρον δέ τοι
λακτιζέμεν τελέθει
ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.