Ancient Greek · ~7 min
Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ, lines Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.47-Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.86
Pindar, Πυθιονῖκαι Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.47-86
Not analysed yet
τετράτων παίδων κʼ ἐπιγινομένων
αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι
Φοῖβος ἀμνάσει θέμισσιν
Πύθιον ναὸν καταβάντα χρόνῳ
ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ
ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ
χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
βασιλέʼ ἄμφανεν Κυράνᾳ,
δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ
κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ
ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,
ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·
οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,
ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας
ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·