Ancient Greek · ~6 min
Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ, lines Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.74-Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.125
Pindar, Πυθιονῖκαι Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ.74-125
Not analysed yet
ὅθεν γεγενναμένοι
ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·
πολύθυτον ἔρανον
ἔνθεν ἀναδεξάμενοι,
Ἄπολλον, τεᾷ,
Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν
Κυράνας ἀγακτιμέναν πόλιν·
ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως
δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,
εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
ἔμμεν ἱππόκροτον
σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
μάκαρ μὲν ἀνδρῶν μέτα
ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.
ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
βασιλέες ἱεροὶ
ἐντί, μεγάλαν δʼ ἀρετὰν
δρόσῳ μαλθακᾷ
ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
ἀκούοντί που χθονίᾳ φρενί,
σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,
ἔχοντα Πυθωνόθεν
τὸ καλλίνικον λυτήριον δαπανᾶν
μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
λεγόμενον ἐρέω·
κρέσσονα μὲν ἁλικίας
νόον φέρβεται
γλῶσσάν τε· θάρσος δὲ τανύπτερος
ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
πέφανταί θʼ ἁρματηλάτας σοφός·
ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
καὶ τὸ λοιπὸν ὁμοῖα ,Κρονίδαι μάκαρες,
διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
Διός τοι νόος μέγας κυβερνᾷ
δαίμονʼ ἀνδρῶν φίλων.
εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
δόμεν γέρας ἔπι Βάττου γένει.