# Ἰσθμιονῖκαι ιστημιαν 3 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ

Pindar, Ἰσθμιονῖκαι, ιστημιαν 3 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pindar/text/%CE%B9%CF%83%CF%84%CE%B7%CE%BC%CE%B9%CE%B1%CE%BD%203%20%CE%9C%CE%95%CE%9B%CE%99%CE%A3%CE%A3%E1%BF%BC%20%CE%98%CE%97%CE%92%CE%91%CE%99%E1%BF%BC%20%CE%99%CE%A0%CE%A0%CE%9F%CE%99%CE%A3

εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονται
ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ
μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰν
σύμφυτον οὐ κατελέγχει.
ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν·
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.

---

Pindar, Ἰσθμιονῖκαι. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0033.tlg004.local001/.
