# Ἰσθμιονῖκαι ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ.1-47

Pindar, Ἰσθμιονῖκαι, ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ, lines ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ.1-ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pindar/text/%CE%B9%CF%83%CF%84%CE%B7%CE%BC%CE%B9%CE%B1%CE%BD%204%20%CE%9C%CE%95%CE%9B%CE%99%CE%A3%CE%A3%E1%BF%BC%20%CE%98%CE%97%CE%92%CE%91%CE%99%E1%BF%BC%20%CE%A0%CE%91%CE%93%CE%9A%CE%A1%CE%91%CE%A4%CE%99%E1%BF%BC.1

ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ
ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται
μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν
οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τʼ ἐγένοντο,
χαλκέῳ τʼ Ἄρει ἅδον.
ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ
τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,
Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι·
τῶν τε γὰρ καὶ τῶν διδοῖ·
καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων
ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.

---

Pindar, Ἰσθμιονῖκαι. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0033.tlg004.local001/.
