# Ἰσθμιονῖκαι ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.1-48

Pindar, Ἰσθμιονῖκαι, ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ, lines ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.1-ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pindar/text/%CE%B9%CF%83%CF%84%CE%B7%CE%BC%CE%B9%CE%B1%CE%BD%206%20%CE%A6%CE%A5%CE%9B%CE%91%CE%9A%CE%99%CE%94%CE%91%CE%B9%20%CE%91%CE%99%CE%93%CE%99%CE%9D%CE%97%CE%A4%CE%97%CE%B9%20%CE%A0%CE%91%CE%93%CE%9A%CE%A1%CE%91%CE%A4%CE%99%E1%BF%BC.1

θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται
ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·
οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
χερσὶν βαρυφθόγγοιο νευρᾶς
Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων
ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δʼ αὐτῷ φέρτατος
οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·

---

Pindar, Ἰσθμιονῖκαι. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0033.tlg004.local001/.
