Ancient Greek
ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ, lines ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.49-ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.75
Pindar, Ἰσθμιονῖκαι ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.49-75
Not analysed yet
θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·
Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.
ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,
ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.