Ancient Greek
ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ, lines ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.1-ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.37
Pindar, Ἰσθμιονῖκαι ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.1-37
Not analysed yet
Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, ὦ νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες
μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
ὃ τὰν μὲν παρὰ καλλιρόῳ
Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ
δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,
Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ
εὔβουλος ἐν μέσοισι Θέμις,
οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρʼ ἀδελφεοῖσιν. —ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.