# Ἰσθμιονῖκαι ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.38-70

Pindar, Ἰσθμιονῖκαι, ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ, lines ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.38-ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pindar/text/%CE%B9%CF%83%CF%84%CE%B7%CE%BC%CE%B9%CE%B1%CE%BD%208%20%CE%9A%CE%9B%CE%95%CE%91%CE%9D%CE%94%CE%A1%E1%BF%BC%20%CE%91%CE%99%CE%93%CE%99%CE%9D%CE%97%CE%A4%CE%97%CE%B9%20%CE%A0%CE%91%CE%93%CE%9A%CE%A1%CE%91%CE%A4%CE%99%E1%BF%BC.38

τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ,
ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·
ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
Χείρωνος αὐτίκʼ ἀγγελίαι·
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
ὃ καὶ Μύσιον ἀμπελόεν
αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.

---

Pindar, Ἰσθμιονῖκαι. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0033.tlg004.local001/.
