# Fragmenta 172

Plato, Fragmenta, 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plato-comic/fragmenta-4/172
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato-comic/fragmenta-4/172

τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. Πλάτων ἐν Ὑπερβόλῳ κέχρηται τῷ ὀνόματι. Bekker. Anecd. 447, 27. ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ῥημίᾳ τοῦτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς ἑαυτόν. B. ἔστι δ’, ἀντιβολῶ σε, τοῦτο τί; A. Φιλοξένου καινὴ τις ὤφαρτυσία. B. ἐπίδειξον αὐτὴν ἥτις ἔστ’. A. ἄκουε δή. ἄρχομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον. B. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως. A. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεῦσας ὡς πλείστονς διᾶτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δή ταῦτα· θαλάσσης δ’ ἐς τέκν’ ἄνειμι οὐδὲ λοπὰς κακὸν ἔστιν· ἀτὰρ τὸ τάγῃρον ἄμεινον δρφῶν, αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μὴ σοι νέμεσις θεόθεν καταπνεύσῃ· ἀλλ’ ὅλον ὀπτήσας παράδης· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ’, ἣν πλῆσης κατὰ καιρόν, ἔφθῃ τῆς ὀπτῆς, ἣν ἢ μείζων, πολὺ κρείττων, ἣν ὀπταὶ δὲ δυ’ ὥσ’, ἔφθῃ κλαίειν ἀγόρευε.

---

Plato Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002823.
