# Ἱππίας ἐλάττων 375

Plato, Ἱππίας ἐλάττων, Section 375. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plato/text-17/375

ΙΠ. ἀληθῆ λέγεις. ΣΩ. τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων; ΙΠ. ἧι ἑκών. ΣΩ. ἀμείνων ἄρα ἐστίν. ΙΠ. ναί. ΣΩ. τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως; ΙΠ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων; ΙΠ. ναί. ΣΩ. τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως; ΙΠ. ἥτις ἑκουσίως. ΣΩ. οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν; ΙΠ. ναί. ΣΩ. καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως; ΙΠ. ἐν τοξικῇ γε. ΣΩ. τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα; ΙΠ. ναί. ΣΩ. ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ . ΙΠ. ἀμείνων. ΣΩ. τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα; ΙΠ. φαίνεται. ΣΩ. ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα. ΙΠ. ναί. ΣΩ. τί δέ; τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι; ΙΠ. ναί. ΣΩ. οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα; ΙΠ. δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες. ΣΩ. ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων. ΙΠ. οὔκουν ἔμοιγε. ΣΩ. ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα; ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην; ΙΠ. ναί. ΣΩ. οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη. ΙΠ. ἐφάνη γάρ. ΣΩ. τί δʼ εἰ ἐπιστήμη; οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα; ΙΠ. ναί. ΣΩ. τί δʼ εἰ ἀμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν; ΙΠ. φαίνεται.

---

Plato, Ἱππίας ἐλάττων, ed. John Burnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0059.tlg026.local001/.
