Ancient Greek · ~5 min
Book 4
Plato, Νόμοι 4.704
Not analysed yet
ΑΘ. φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι; λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτʼ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήν— τοῦτο μὲν γὰρ τάχʼ ἂν ἴσως καὶ ὁ κατοικισμὸς αὐτῆς ἤ τις τόπος, ἢ ποταμοῦ τινος ἢ κρήνης ἢ θεῶν ἐπωνυμία τῶν ἐν τῷ τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλει— τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία. ΚΛ. σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους. ΑΘ. τί δέ; λιμένες ἆρʼ εἰσὶν κατὰ ταῦτα αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος; ΚΛ. εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ὦ ξένε. ΑΘ. παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν ἡ χώρα; πότερα πάμφορος ἢ καί τινων ἐπιδεής; ΚΛ. σχεδὸν οὐδενὸς ἐπιδεής. ΑΘ. γείτων δὲ αὐτῆς πόλις ἆρʼ ἔσται τις πλησίον; ΚΛ. οὐ πάνυ, διὸ καὶ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον. ΑΘ. τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν; ΚΛ. προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ. ΑΘ. τραχυτέραν αὐτὴν ἢ πεδιεινοτέραν ἂν λέγοις. ΚΛ. πάνυ μὲν οὖν.