Ancient Greek · ~3 min
Book 1, ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.
Plotinus, Enneades 1.13-2
Not analysed yet
οὐδ̓ αἱ ἐνέργειαι δὲ διὰ τὰς τύχας ἐμποδίζοιντ̓ ἄν, ἀλλὰ ἄλλαι ἂν κατ̓ ἄλλας γίγνοιντο τύχας, πᾶσαι δὲ ὅμως καλαὶ καὶ καλλίους ἴσως ὅσῳ περιστατικαί. αἱ δὲ κατὰ τὰς θεωρίας ἐνέργειαι αἱ μὲν καθ̓ ἕκαστα τάχα ἂν οἷον ἃς ζητήσας ἂν καὶ σκεψάμενος προφέροι: τὸ δὲ μέγιστον μάθημα πρόχειρον ἀεὶ καὶ μετ̓ αὐτοῦ καὶ τοῦτο μᾶλλον, κἂν ἐν τῷ Φαλάριδος ταύρῳ λεγομένῳ ᾖ, ὃ μάτην λέγεται ἡδὺ δὶς ἢ καὶ πολλάκις λεγόμενον. ἐκεῖ μὲν γὰρ τὸ φθεγξάμενον τοῦτο αὐτό ἐστι τὸ ἐν τῷ ἀλγεῖν ὑπάρχον, ἐνταῦθα δὲ τὸ μὲν ἀλγοῦν ἄλλο, τὸ δὲ ἄλλο, ὃ συνὸν ἑαυτῷ, ἕως ἂν ἐξ ἀνάγκης συνῇ, οὐκ ἀπολελείψεται τῆς τοῦ ἀγαθοῦ ὅλου θέας.