Ancient Greek · ~11 min
Book 1, ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.
Plotinus, Enneades 1.7-3
Not analysed yet
διὰ τί οὖν ὁ εὐδαιμονῶν ταῦτα ἐθέλει παρεῖναι καὶ τὰ ἐναντία ἀπωθεῖται; ἢ φήσομεν οὐχ ὅτι πρὸς τὸ εὐδαιμονεῖν εἰσφέρεταί τινα μοῖραν, ἀλλὰ μᾶλλον πρὸς τὸ εἶναι: τὰ δ̓ ἐναντία τούτων ἢ πρὸς τὸ μὴ εἶναι ἢ ὅτι ἐνοχλεῖ τῷ τέλει παρόντα, οὐχ ὡς ἀφαιρούμενα αὐτό, ἀλλ̓ ὅτι ὁ ἔχων τὸ ἄριστον αὐτὸ μόνον βούλεται ἔχειν, οὐκ ἄλλο τι μετ̓ αὐτοῦ, ὃ ὅταν παρῇ, οὐκ ἀφῄρηται μὲν ἐκεῖνο, ἔστι δ̓ ὅμως κἀκείνου ὄντος. ὅλως δὲ οὐκ, εἴ τι ὁ εὐδαίμων μὴ ἐθέλοι, παρείη δὲ τοῦτο, ἤδη παραιρεῖταί τι τῆς εὐδαιμονίας: ἢ οὕτω γε καθ̓ ἑκάστην τὴν ἡμέραν μεταπίπτοι ἂν καὶ ἐκπίπτοι τῆς εὐδαιμονίας: οἷον εἰ καὶ παῖδα ἀποβάλοι ἢ καὶ ὁτιοῦν τῶν κτημάτων. καὶ μυρία ἂν εἴη ἃ οὐ κατὰ γνώμην ἐκβάντα οὐδέν τι παρακινεῖ τοῦ παρόντος τέλους αὐτῷ. ἀλλὰ τὰ μεγάλα, φασί, καὶ οὐ τὰ τυχόντα. τί δ̓ ἂν εἴη τῶν ἀνθρωπίνων μέγα, ὥστ̓ ἂν μὴ καταφρονηθῆναι ὑπὸ τοῦ ἀναβεβηκότος πρὸς τὸ ἀνωτέρω ἁπάντων τούτων καὶ οὐδενὸς ἔτι τῶν κάτω ἐξηρτημένου; διὰ τί γὰρ τὰς μὲν εὐτυχίας, ἡλικαιοῦν ἂν ὦσιν, οὐ μεγάλα ἡγεῖται, οἷον βασιλείας καὶ πόλεων καὶ ἐθνῶν ἀρχάς, οὐδὲ οἰκίσεις καὶ κτίσεις πόλεων, οὐδ̓ εἰ ὑπ’ αὐτοῦ γίγνοιντο, ἐκπτώσεις δὲ ἀρχῶν καὶ πόλεως αὑτοῦ κατασκαφὴν ἡγήσεταί τι εἶναι μέγα; εἰ δὲ δὴ καὶ κακὸν μέγα ἢ ὅλως κακὸν, γέλοιος ἂν εἴη τοῦ δόγματος καὶ οὐκ ἂν ἔτι σπουδαῖος εἴη ξύλα καὶ λίθους καὶ νὴ Δία θανάτους θνητῶν μέγα ἡγούμενος, ᾧ φαμεν δεῖν δόγμα παρεῖναι περὶ θανάτου τὸ ἄμεινον ζωῆς τῆς μετὰ σώματος εἶναι. αὐτὸς δὲ εἰ τυθείη, κακὸν οἰήσεται αὑτῷ τὸν θάνατον, ὅτι παρὰ βωμοῖς τέθνηκεν; ἀλλ̓ εἰ μὴ ταφείη, πάντως που καὶ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν τεθὲν τὸ σῶμα σαπείη. εἰ δ̓ ὅτι μὴ πολυδαπάνως, ἀλλ̓ ἀνωνύμως τέθαπται οὐκ ἀξιωθεὶς ὑψηλοῦ μνήματος, τῆς μικρολογίας. ἀλλ̓ εἰ αἰχμάλωτος ἄγοιτο, πάρ τοί ἐστιν ὁδὸς ἐξιέναι, εἰ μὴ εἴη εὐδαιμονεῖν. εἰ δὲ οἰκεῖοι αὐτῷ αἰχμάλωτοι, οἷον ἑλκόμενοι υἱοὶ καὶ θυγατέρες —τί οὖν, φήσομεν, εἰ ἀποθνήσκοι μηδὲν τοιοῦτον ἑωρακώς; ἆῤ ἂν οὕτως δόξης ἔχοι ἀπιών, ὡς μὴ ἂν τούτων ἐνδεχομένων γενέσθαι; ἀλλ̓ ἄτοπος ἂν εἴη. οὐκ ἂν οὖν δοξάσειεν, ὡς ἐνδέχεται τοιαύταις τύχαις τοὺς οἰκείους περιπεσεῖν; ἆῤ οὖν διὰ τὸ οὕτως ἂν δοξάσαι ὡς καὶ γενησομένου ἂν οὐκ εὐδαίμων; ἢ καὶ δοξάζων οὕτως εὐδαίμων: ὥστε καὶ γινομένου. ἐνθυμοῖτο γὰρ ἄν, ὡς ἡ τοῦδε τοῦ παντὸς φύσις τοιαύτη, οἵαν καὶ τὰ τοιαῦτα φέρειν καὶ ἕπεσθαι χρή. καὶ πολλοὶ δὴ καὶ ἄμεινον αἰχμάλωτοι γενόμενοι πράξουσι. καὶ ἐπ’ αὐτοῖς δὲ βαρυνομένοις ἀπελθεῖν: ἢ μένοντες ἢ εὐλόγως μένουσι καὶ οὐδὲν δεινὸν ἢ ἀλόγως μένοντες, δέον μή, αὑτοῖς αἴτιοι. οὐ γὰρ δὴ διὰ τὴν τῶν ἄλλων ἄνοιαν οἰκείων ὄντων αὐτὸς ἐν κακῷ ἔσται καὶ εἰς ἄλλων εὐτυχίας καὶ δυστυχίας ἀναρτήσεται.