Ancient Greek · ~7 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΕΙ ΠΟΙΕΙ ΤΑ ΑΣΤΡΑ.
Plotinus, Enneades 2.14
Not analysed yet
περὶ δὲ πενίας καὶ πλούτους καὶ δόξας καὶ ἀρχὰς πῶς; ἤ, εἰ μὲν παρὰ πατέρων οἱ πλοῦτοι, ἐσήμηναν τὸν πλούσιον, ὥσπερ καὶ εὐγενῆ τὸν ἐκ τοιούτων διὰ τὸ γένος τὸ ἔνδοξον ἔχοντα ἐδήλωσαν μόνον: εἰ δ̓ ἐξ ἀνδραγαθίας, εἰ σῶμα συνεργὸν γεγένηται, συμβάλλοιντο ἂν οἱ τὴν σώματος ἰσχὺν ἐργασάμενοι, γονεῖς μὲν πρῶτον, εἶτα, εἴ τις ἄρα τῶν τόπων παρέσχε ,τὰ οὐράνια καὶ ἡ γῆ: εἰ δὲ ἄνευ σώματος ἡ ἀρετή, αὐτῇ μόνῃ δοτέον τὸ πλεῖστον καὶ ὅσα θεῖα παρὰ τῶν ἀμειψαμένων συνεβάλλετο. οἱ δὲ δόντες εἰ μὲν ἀγαθοί, εἰς ἀρετὴν ἀνακτέον καὶ οὕτω τὴν αἰτίαν: εἰ δὲ φαῦλοι, δικαίως δὲ δόντες, τῷ ἐν αὐτοῖς βελτίστῳ ἐνεργήσαντι τοῦτο γεγονέναι. εἰ δὲ πονηρὸς ὁ πλουτήσας, τὴν μὲν πονηρίαν προηγουμένην καί τι τὸ αἴτιον τῆς πονηρίας, προσληπτέον δὲ καὶ τοὺς δόντας συναιτίους ὡσαύτως γενομένους. εἰ δ̓ ἐκ πόνων, οἷον ἐκ γεωργίας, ἐπὶ τὸν γεωργόν, συνεργὸν τὸ περιέχον γεγενημένον. εἰ δὲ θησαυρὸν εὗρε, συμπεσεῖν τι τῶν ἐκ τοῦ παντός: εἰ δέ, σημαίνεται: πάντως γὰρ ἀκολουθεῖ ἀλλήλοις πάντα: διὸ καὶ πάντως . εἰ δ̓ ἀπέβαλέ τις πλοῦτον, εἰ ἀφαιρεθείς, ἐπὶ τὸν ἀφελόμενον, κἀκεῖνον ἐπὶ τὴν οἰκείαν ἀρχήν: εἰ δ̓ ἐν θαλάττῃ, τὰ συμπεσόντα. τὸ δ̓ ἔνδοξον ἢ δικαίως ἢ οὔ. εἰ οὖν δικαίως, τὰ ἔργα καὶ τὸ παρὰ τοῖς δοξάζουσι βέλτιον: εἰ δ̓ οὐ δικαίως, ἐπὶ τὴν τῶν τιμώντων ἀδικίαν. καὶ ἀρχῆς δὲ πέρι ὁ αὐτὸς λόγος: ἢ γὰρ προσηκόντως ἢ οὔ: καὶ θάτερον μὲν ἐπὶ τὸ βέλτιον τῶν ἑλομένων, ἢ ἐπ’ αὐτὸν διαπραξάμενον ἑταίρων συστάσει καὶ ὁπωσοῦν ἄλλως. περὶ δὲ γάμων ἢ προαίρεσις ἢ συντυχία καὶ σύμπτωσις ἐκ τῶν ὅλων. παίδων δὲ γενέσεις ἀκόλουθοι τούτοις, καὶ ἢ πέπλασται κατὰ λόγον ἐμποδίσαντος οὐδενός, ἢ χεῖρον ἔσχε γενομένου ἔνδον κωλύματός τινος, ἢ παῤ αὐτὴν τὴν κύουσαν, ἢ τοῦ περιέχοντος οὕτω διατεθέντος, ὡς ἀσυμμέτρως πρὸς τήνδε τὴν κύησιν ἐσχηκέναι