Ancient Greek · ~6 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΕΙ ΠΟΙΕΙ ΤΑ ΑΣΤΡΑ.
Plotinus, Enneades 2.17
Not analysed yet
πότερα δὲ οἱ λόγοι οὗτοι οἱ ἐν ψυχῇ νοήματα; ἀλλὰ πῶς κατὰ τὰ νοήματα ποιήσει; ὁ γὰρ λόγος ἐν ὕλῃ ποιεῖ καὶ τὸ ποιοῦν φυσικῶς οὐ νόησις οὐδὲ ὅρασις, ἀλλὰ δύναμις τρεπτικὴ τῆς ὕλης, οὐκ εἰδυῖα ἀλλὰ δρῶσα μόνον, οἷον τύπον καὶ σχῆμα ἐν ὕδατι, ὥσπερ κύκλος, ἄλλου ἐνδόντος εἰς τοῦτο τὸ ποιεῖν. εἰ τοῦτο, ποιήσει τὸ ἡγούμενον τῆς ψυχῆς τῷ τρέπειν τὴν ἔνυλον καὶ γεννητικὴν ψυχήν. τρέψει οὖν λογισαμένη αὕτη; ἀλλ̓ εἰ λογισαμένη, ἀναφορὰν ἕξει. πότερον εἰς ἄλλο ἢ εἰς τὰ ἐν αὐτῇ; ἀλλ̓ εἰς τὰ ἐν αὐτῇ, οὐδὲν δεῖ λογισμοῦ. οὐ γὰρ οὗτος τρέψει, ἀλλὰ τὸ ἐν αὐτῇ ἔχον τοὺς λόγους: τοῦτο γὰρ καὶ δυνατώτερον καὶ ποιεῖν ἐν ψυχῇ δυνάμενον. κατ̓ εἴδη ἄρα ποιεῖ. δεῖ τοίνυν καὶ αὐτὴν παρὰ νοῦ ἔχουσαν διδόναι. νοῦς δὴ ψυχῇ δίδωσι τῇ τοῦ παντός, ψυχὴ δὲ παῤ αὑτῆς ἡ μετὰ νοῦν τῇ μετ̓ αὐτὴν ἐλλάμπουσα καὶ τυποῦσα, ἡ δὲ ὡσπερεὶ ἐπιταχθεῖσα ἤδη ποιεῖ: ποιεῖ δὲ τὰ μὲν ἀνεμποδίστως, τὰ δὲ ἐμποδισθεῖσα. ἅτε δὴ δύναμιν εἰς τὸ ποιεῖν λαβοῦσα καὶ λόγων οὐ τῶν πρώτων πληρωθεῖσα οὐ μόνον καθ̓ ἃ ἔλαβε ποιήσει, ἀλλὰ γένοιτο ἄν τι καὶ παῤ αὐτῆς καὶ τοῦτο δῆλον ὅτι χεῖρον: καὶ ζῷον μέν, ζῷον δὲ ἀτελέστερον καὶ δυσχεραῖνον τὴν αὑτοῦ ζωήν, ἅτε χείριστον καὶ δύσκολον δὴ καὶ ἄγριον καὶ ἐξ ὕλης χείρονος οἷον ὑποστάθμης τῶν προηγουμένων πικρᾶς καὶ πικρὰ ποιούσης: καὶ ταῦτα παρέξει καὶ αὐτὴ τῷ ὅλῳ.