Ancient Greek · ~5 min
Book 2, ΠΡΟΣ ΤΟΥΣ ΚΑΚΟΝ ΤΟΝ ΔΗΜΙΟΥΡΓΟΝ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΚΟΝ ΕΙΝΑΙ ΛΕΓΟΝΤΑΣ.
Plotinus, Enneades 2.3-8
Not analysed yet
ἀεὶ οὖν ἐλλαμπομένη καὶ διηνεκὲς ἔχουσα τὸ φῶς δίδωσιν εἰς τὰ ἐφεξῆς, τὰ δὲ ἀεὶ συνέχεται καὶ ἄρδεται τούτῳ τῷ φωτὶ καὶ ἀπολαύει τοῦ ζῆν καθ̓ ὅσον δύναται: ὥσπερ εἰ πυρὸς ἐν μέσῳ που κειμένου ἀλεαίνοιντο οἷς οἷόν τε. καίτοι τὸ πῦρ ἐστιν ἐν μέτρῳ: ὅταν δὲ δυνάμεις μὴ μετρηθεῖσαι μὴ ἐκ τῶν ὄντων ὦσιν ἀνῃρημέναι, πῶς οἷόν τε εἶναι μέν, μηδὲν δὲ αὐτῶν μεταλαμβάνειν; ἀλλ̓ ἀνάγκη ἕκαστον τὸ αὑτοῦ διδόναι καὶ ἄλλῳ, ἢ τὸ ἀγαθὸν οὐκ ἀγαθὸν ἔσται, ἢ ὁ νοῦς οὐ νοῦς, ἢ ψυχὴ μὴ τοῦτο, εἰ μή τι μετὰ τὸ πρώτως ζῶν ζῴη καὶ δευτέρως ἕως ἔστι τὸ πρώτως. ἀνάγκη τοίνυν ἐφεξῆς εἶναι πάντα ἀλλήλοις καὶ ἀεί, γενητὰ δὲ τὰ ἕτερα τῷ παῤ ἄλλων εἶναι. οὐ τοίνυν ἐγένετο, ἀλλ̓ ἐγίνετο καὶ γενήσεται, ὅσα γενητὰ λέγεται: οὐδὲ φθαρήσεται, ἀλλ̓ ἢ ὅσα ἔχει εἰς ἅ: ὃ δὲ μὴ ἔχει εἰς ὅ, οὐδὲ φθαρήσεται. εἰ δέ τις εἰς ὕλην λέγοι, διὰ τί οὐ καὶ τὴν ὕλην; εἰ δὲ καὶ τὴν ὕλην φήσει, τίς ἦν ἀνάγκη, φήσομεν, γενέσθαι; εἰ δὲ ἀναγκαῖον εἶναι φήσουσι παρακολουθεῖν, καὶ νῦν ἀνάγκη. εἰ δὲ μόνη καταλειφθήσεται, οὐ πανταχοῦ, ἀλλ̓ ἔν τινι τόπῳ ἀφωρισμένῳ τὰ θεῖα ἔσται καὶ οἷον ἀποτετειχισμένα: εἰ δὲ οὐχ οἷόν τε, ἐλλαμφθήσεται.