Ancient Greek · ~10 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΕΙ ΠΟΙΕΙ ΤΑ ΑΣΤΡΑ.
Plotinus, Enneades 2.5-2
Not analysed yet
λέγοντες δὲ ψυχρόν τινα αὐτῶν εἶναι, ἔτι πόρρω γινόμενον ἀφ̓ ἡμῶν μᾶλλον ἡμῖν ἀγαθὸν εἶναι, ἐν τῷ ψυχρῷ τὸ κακὸν αὐτοῦ εἰς ἡμᾶς τιθέμενοι: καίτοι ἔδει ἐν τοῖς ἀντικειμένοις ζῳδίοις ἀγαθὸν ἡμῖν εἶναι: καὶ ἐναντίους γινομένους τὸν ψυχρὸν τῷ θερμῷ δεινοὺς ἀμφοτέρους γίνεσθαι: καίτοι ἔδει κρᾶσιν εἶναι: καὶ τόνδε μὲν χαίρειν τῇ ἡμέρᾳ καὶ ἀγαθὸν γίνεσθαι θερμαινόμενον, τόνδε δὲ τῇ νυκτὶ χαίρειν πυρώδη ὄντα, ὥσπερ οὐκ ἀεὶ ἡμέρας αὐτοῖς οὔσης, λέγω δὲ φωτός, ἢ τοῦ ἑτέρου καταλαμβανομένου ὑπὸ νυκτὸς πολὺ ὑπεράνω τῆς σκιᾶς τῆς γῆς ὄντος. τὸ δὲ τὴν σελήνην πλησίφωτον μὲν οὖσαν ἀγαθὴν εἶναι τῷδε συνερχομενην, λείπουσαν δὲ κακήν, ἀνάπαλιν, εἴπερ δοτέον. πλήρης γὰρ οὖσα πρὸς ἡμᾶς ἐκείνῳ ὑπεράνω ὄντι ἀφώτιστος ἂν εἴη τῷ ἑτέρῳ ἡμισφαιρίῳ, λείπουσα δὲ ἡμῖν ἐκείνῳ πλησίφωτος: ὥστε τὰ ἐναντία ποιεῖν ἔδει λείπουσαν ἐκεῖνον μετὰ φωτὸς ὁρῶσαν. αὐτῇ μὲν οὖν ὅπως ἐχούσῃ οὐδὲ διαφέροι ἂν τὸ ἥμισυ ἀεὶ φωτιζομένῃ: τῷ δ̓ ἴσως διαφέροι ἂν θερμαινομένῳ, ὡς λέγουσιν. ἀλλὰ θερμαίνοιτο ἄν, εἰ ἀφώτιστος πρὸς ἡμᾶς ἡ σελήνη εἴη: πρὸς δὲ τὸν ἕτερον ἀγαθὴ οὖσα ἐν τῷ ἀφωτίστῳ πλήρης ἐστὶ πρὸς αὐτόν. τὸ δὲ πρὸς ἡμας τῆς σελήνης ἀφώτιστόν ἐστι πρὸς τὰ ἐπὶ γῆς, οὐ τὸ ἄνω λυπεῖ. οὐκ ἐπικουροῦντος δὲ ἐκείνου τῷ πόρρω χεῖρον εἶναι δοκεῖ: ὅταν δὲ πλήρης ᾖ, ἀρκεῖ τῷ κάτω, κἂν ἐκεῖνος πόρρωθεν ᾖ. πρὸς δὲ τὸν πυρώδη ἀφώτιστος οὖσα πρὸς ἡμᾶς ἔδοξεν εἶναι ἀγαθή: αὐταρκεῖ γὰρ τὸ ἐκείνου πυρωδεστέρου ἢ πρὸς ἐκεῖνον ὄντος. τὰ δὲ ἰόντα ἐκεῖθεν σώματα ἐμψύχων ἄλλα ἄλλων ἐπὶ τὸ μᾶλλον καὶ ἧττον θερμά, ψυχρὸν δὲ οὐδέν: μαρτυρεῖ δὲ ὁ τόπος. Δία δὲ ὃν λέγουσιν, εὔκρατος πυρί: καὶ ὁ Ἑῷος οὕτως: διὸ καὶ σύμφωνοι δοκοῦσιν ὁμοιότητι: πρὸς δὲ τὸν Πυρόεντα καλούμενον τῇ κράσει, πρὸς δὲ Κρόνον ἀλλότριος τῷ πόρρω: Ἑρμῆς δ̓ ἀδιάφορος πρὸς ἅπαντας, ὡς δοκεῖ, ὁμοιούμενος. πάντες δὲ πρὸς το ὅλον σύμφοροι: ὥστε πρὸς ἀλλήλους οὕτως, ὡς τῷ ὅλῳ συμφέρει, ὡς ἐφ̓ ἑνὸς ζῴου ἕκαστα τῶν μερῶν ὁρᾶται. τούτου γὰρ χάριν μάλιστα, οἷον χολὴ καὶ τῷ ὅλῳ καὶ πρὸς τὸ ἐγγύς: καὶ γὰρ ἔδει καὶ θυμὸν ἐγείρειν καὶ τὸ πᾶν καὶ τὸ πλησίον μὴ ἐᾶν ὑβρίζειν. καὶ δὴ καὶ ἐν τῷ παντὶ ἔδει τινὸς τοιούτου καί τινος ἀηδοῦς πρὸς τὸ ἡδὺ ἀνημμένου. τὰ δὲ ὀφθαλμοὺς εἶναι, συμπαθῆ δὲ πάντα τῷ ἀλόγῳ αὐτῶν εἶναι: οὕτω γὰρ ἓν καὶ μία ἁρμονία: ταῦτ̓ οὖν πῶς οὐ σημεῖα ἐξ ἀναλογίας εἴη ἄν;